ΨΗΦΙΣΜΑ

ΤΟΥ ΠΡΥΤΑΝΙΚΟΥ ΣΥΜΒΟΥΛΙΟΥ ΤΟΥ
ΕΝ ΠΑΤΡΑΙΣ ΠΑΝΕΠΙΣΤΗΜΙΟΥ

ΕΠΕΙΔΗΠΕΡ

Η ΑΥΤΟΥ ΘΕΙΟΤΑΤΗ ΠΑΝΑΓΙΟΤΗΣ
Ο ΑΡΧΙΕΠΙΣΚΟΠΟΣ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ,
ΝΕΑΣ ΡΩΜΗΣ ΚΑΙ ΟΙΚΟΥΜΕΝΙΚΟΣ ΠΑΤΡΙΑΡΧΗΣ
κ.κ. ΒΑΡΘΟΛΟΜΑΙΟΣ Α'

ΠΑΙΔΕΙΑΣ ΚΑΙ ΠΟΙΜΑΝΤΙΚΗΣ ΚΑΙ ΣΥΓΓΡΑΜΜΑΤΩΝ ΠΛΗΡΟΤΗΤΙ, ΝΟῼ ΤΕ ΟΛΒΙῼ ΚΑΙ ΛΟΓῼ ΕΝΑΡΜΟΝΙῼ, ΤΑ ΕΠΕΚΕΙΝΑ ΤΟΠΟΥ ΚΑΙ ΧΡΟΝΟΥ ΕΝΟΡΩΝ, ΤΑ ΠΡΟΣΙΟΝΤΑ ΣΟΦΩΣ ΕΝΑΤΕΝΙΖΩΝ, ΤΗΝ ΤΟΥ ΧΡΕΟΥΣ ΦΩΝΗΝ ΕΠΙ Τῌ ΜΕΓΑΛΕΥΘΥΝῼ ΑΠΟΣΤΟΛῌ ΑΥΤΟΥ ΑΚΡΟΩΜΕΝΟΣ ΚΑΙ Τῼ ΥΨΙΣΤῼ ΙΚΕΤΕΥΤΙΚΩΣ ΠΡΟΣΟΜΙΛΩΝ, ΕΙΣ ΤΗΝ ΕΝ ΕΙΡΗΝΗ ΑΓΑΠΗΝ ΤΩΝ ΑΝΘΡΩΠΩΝ ΣΚΟΠΩΝ ΤΟΥ ΦΘΟΓΓΟΥ ΑΥΤΟΥ ΕΠΙ ΠΑΝΤΑ ΤΗΣ ΟΙΚΟΥΜΕΝΗΣ ΔΙΕΡΧΟΜΕΝΟΥ ΠΕΡΑΤΑ, ΤΩΝ ΤΕ ΚΑΙΡΩΝ ΤΑ ΔΕΔΟΜΕΝΑ ΑΓΧΙΝΟΙᾼ ΔΙΕΡΜΗΝΕΥΩΝ, ΝΕΟΡΓΟΝ, ΕΝΑΠΤΟΝ ΚΑΙ ΣΠΟΥΔΕΡΓΟΝ

ΠΟΙΜΕΝΑ ΕΑΥΤΟΝ ΑΝΕΔΕΙΞΕ

ΚΑΙ ΟΥΤΩ ΤΗΣ ΜΕΝ ΟΡΘΟΔΟΞΙΑΣ ΠΑΣΗΣ ΤΟ ΚΛΕΟΣ ΚΑΙ ΤΗΝ ΑΓΑΘΟΥΡΓΙΑΝ ΜΕΓΑΛΥΝΩΝ ΩΣ ΕΝ ΦΩΤΙ ΤΗΣ ΔΟΞΗΣ ΚΥΡΙΟΥ ΘΕΩΜΕΝΟΣ ΤΑΥΤΗΝ, ΤΗΣ ΤΕ ΑΪΔΙΟΥ ΚΑΙ ΑΚΗΡΑΤΟΥ ΤΟΥ ΧΡΙΣΤΟΥ ΕΚΚΛΗΣΙΑΣ ΦΥΛΑΞ ΓΙΓΝΟΜΕΝΟΣ ΤΑΥΤΗΣ ΥΠΕΡΜΑΧΩΝ, ΑΜΑ ΤΕ ΠΡΟΑΓΩΝ ΤΟΝ ΔΙΑΛΟΓΟΝ ΑΓΑΠΗΣ ΚΑΙ ΚΑΤΑΛΛΑΓΗΣ ΜΕΤΑΞΥ ΠΑΝΤΩΝ ΤΩΝ ΧΡΙΣΤΙΑΝΩΝ ΚΑΙ ΤΩΝ ΑΛΛΩΝ ΘΡΗΣΚΕΙΩΝ, ΠΑΝΤΑΣ ΤΟΥΣ ΑΝΘΡΩΠΟΥΣ ΚΑΙ ΛΑΟΥΣ ΕΙΡΗΝΕΥΕΙ ΚΑΙ ΑΝΑΤΕΙΝΕΙ ΠΡΟΣ ΤΟ ΑΝΘΡΩΠΕΥΕΣΘΑΙ, ΤΟ ΔΕ ΕΥΣΕΒΕΣ ΗΜΩΝ ΓΕΝΟΣ ΣΚΕΠΕΙ ΚΑΙ ΟΔΗΓΕΙ Τῌ ΠΑΤΡΙΑΡΧΙΚῌ ΑΥΤΟΥ ΕΝΟΡΑΣΕΙ ΚΑΙ ΑΓΑΠῌ, ΠΤΕΡΟΙ ΤΕ ΚΑΙ ΤΑΤΤΕΙ ΤΟΥΤΟ ΑΝΩ, ΙΣTAΜΕΝΟΣ ΠΡΟ ΤΟΥ ΟΡΑΜΑΤΟΣ ΤΟΥΤΟΥ ΚΑΙ ΜΥΣΤΑΓΩΓΟΣ ΔΕΙΚΝΥΜΕΝΟΣ ΤΗΣ ΑΤΕΛΕΥΤΗΤΟΥ ΑΥΤΟΥ ΔΙΟΔΕΥΣΕΩΣ ΠΡΟΣ ΤΟ ΑΡΙΣΤΕΥΕΙΝ ΤΗΣ ΟΙΚΟΥΜΕΝΗΣ

ΕΔΟΞΕ

Τῼ ΠΡΥΤΑΝΙΚῼ ΣΥΜΒΟΥΛΙῼ ΤΟΥ ΕΝ ΠΑΤΡΑΙΣ ΠΑΝΕΠΙΣΤΗΜΙΟΥ, ΣΥΝΕΛΘΟΝΤΙ ΕΙΣ ΣΥΝΕΔΡΙΑΝ Τῌ ΕΚΤῌ ΚΑΙ ΔΕΚΑΤῌ ΜΗΝΟΣ ΟΚΤΩΒΡΙΟΥ ΕΤΕΙ ΔΙΣΧΙΛΙΟΣΤῼ, Τῼ ΧΡΥΣῼ ΜΕΤΑΛΛΙῼ ΤΟΥ ΠΑΝΕΠΙΣΤΗΜΙΟΥ ΑΥΤΟΝ

ΤΙΜΗΣΑΙ

ΕΥΞΑΣΘΑΙ ΔΕ ΑΥΤῼ ΡΩΝΝΥΣΘΑΙ ΘΕῼ ΚΑΙ ΕΝΔΥΝΑΜΟΥΣΘΑΙ ΙΝΑ ΓΕΝΗΤΑΙ Η ΠΑΤΡΙΑΡΧΕΙΑ ΑΥΤΟΥ ΕΥΛΟΓΗΜΕΝΗ, ΠΟΛΥΧΡΟΝΙΟΣ ΚΑΙ ΑΤΡΩΤΟΣ, ΩΣΤΕ ΤΟ ΦΑΝΑΡΙΟΝ, ΩΣ Η ΜΕΝΟΥΣΑ ΠΟΛΙΣ, ΩΣ ΤΟ ΠΑΝΣΕΠΤΟΝ ΟΙΚΗΤΗΡΙΟΝ ΝΟΕΡΩΝ ΟΥΣΙΩΝ ΚΑΙ ΩΣ ΤΟ ΑΙΩΝΩΝ ΦΕΡΟΝ ΚΛΕΟΣ, ΦΩΝῌ ΑΜΑ ΤΕ ΣΙΩΠῌ ΣΗΜΑΙΝΟΝ, Τῌ ΑΚΑΜΑΤῼ ΚΑΙ ΑΣΙΓΑΣΤῼ, ΠΝΕΥΜΑΤΙ ΑΓΙῼ, ΑΥΤΟΥ ΟΔΗΓΗΣΕΙ, ΠΟΡΕΥΕΣΘΑΙ ΤΗΝ ΣΩΤΗΡΙΟΝ ΤΗ ΑΝΘΡΩΠΟΤΗΤΙ ΑΔΗΡΙΤΟΝ ΣΥΝΕΧΕΙΑΝ, ΑΝΑΔΕΙΚΝΥΟΜΕΝΗΣ ΤΗΣ ΑΥΤΟΥ ΘΕΙΟΤΑΤΗΣ ΠΑΝΑΓΙΟΤΗΤΟΣ ΑΝΤΑΞΙΑΣ ΤΩΝ ΑΛΛΩΝ, ΟΙΣ ΠΕΦΥΚΕ ΤΟΥΤΟ ΤΟ ΧΡΕΟΣ.

ΕΓΕΝΕΤΟ ΤΟΔΕ ΕΝ ΠΑΤΡΑΙΣ ΤΗ ΠΡΩΤῌ ΚΑΙ ΕΙΚΟΣΤῌ ΜΗΝΟΣ ΟΚΤΩΒΡΙΟΥ ΕΤΕΙ ΣΩΤΗΡΙῼ ΔΙΣΧΙΛΙΟΣΤῼ


Περιεχόμενα
Επιστροφή